Job 25

1Ὑπολαβὼν δὲ Βαλδαδ Σαυχίτης λέγει 2Τί γὰρ προοίμιον φόβος παρ' αὐτοῦ, ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ; 3μὴ γάρ τις ὑπολάβοι ὅτι ἔστιν παρέλκυσις πειραταῖς; ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ' αὐτοῦ; 4πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου; τίς ἂν ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικός; 5εἰ σελήνῃ συντάσσει, καὶ οὐκ ἐπιφαύσκει· ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ. 6ἔα δέ, ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ.
Copyright information for LXX